Το Ευαγγελικό ανάγνωσμα που διαβάζεται στη Θεία Λειτουργία της Μ.
Πέμπτης είναι παρμένο από τους παρακάτω Ευαγγελιστές: Ματθαίου 26: 2-20,
Ἰωάννου 13: 3-17, Ματθαίου 26: 21-39,
Λουκά 22: 43-45, Ματθαίου 26: 40-75, 27: 1-2 .
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾿Ιησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
5 Ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Ὁ Ἰησοῦς Χριστὸς μυρώνεται εἰς Βηθανίαν
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.
10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
11 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Ἡ προδοσία τοῦ Ἰούδα
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Τὸ τελευταῖον δεῖπνον
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 Ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8 Λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
9 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10 Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες.
11 Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε.
12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
13 Ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15 Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε·
16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
24 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ραββί; λέγει αὐτῷ, σὺ εἶπας.
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Ὁ Ἰησοῦς Χριστὸς προλέγει τὸν διασκορπισμὸν τῶν μαθητῶν
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 Λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.
39 Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.
43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ!
41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Σύλληψις τοῦ Ἰησοῦ Χριστοῦ
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 Καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾿Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
54 Πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
56 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
Ἡ δίκη τοῦ Ἰησοῦ Χριστοῦ ἐνώπιον τοῦ ἀρχιερέως
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
64 Λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 Τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
66 Τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
68 λέγοντες· προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου.
72 Καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 Τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ρήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Ὁ Ἰησοῦς Χριστὸς παραδίδεται εἰς τὸν Ρωμαῖον ἡγεμόνα Πιλᾶτον
1 Πρωίας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
ΜΕΤΑΦΡΑΣΗ
2 «Ξέρετε ὅτι ὕστερα ἀπὸ δύο ἡμέρες ἔρχεται τὸ πάσχα καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ παραδοθῇ διὰ νὰ σταυρωθῇ».
3 Τότε ἐμαζεύτηκαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὸ ἀνάκτορον τοῦ ἀρχιερέως, ὁ ὁποῖος ὠνομάζετο Καϊάφας,
4 καὶ ἀπεφάσισαν νὰ συλλάβουν μὲ δόλον τὸν Ἰησοῦν καὶ νὰ τὸν σκοτώσουν.
5 Ἔλεγαν δὲ, νὰ μὴ τὸν συλλάβουν κατὰ τὴν ἑορτήν, διὰ νὰ μὴ γίνῃ θόρυβος μεταξὺ τοῦ λαοῦ.
Ὁ Ἰησοῦς Χριστὸς μυρώνεται εἰς Βηθανίαν
6 Ὅταν ὁ Ἰησοῦς ἦτο εἰς τὴν Βηθανίαν εἰς τὸ σπίτι τοῦ Σίμωνος τοῦ λεπροῦ,
7 ἦλθε πρὸς αὐτὸν μία γυναῖκα ἡ ὁποία ἐκρατοῦσε ἕνα ἀλαβάστρινον δοχεῖον, μὲ πανάκριβο μύρον, καὶ τὸ ἔχυσε εἰς τὸ κεφάλι του, ἐνῷ αὐτὸς ἦτο εἰς τὸ τραπέζι.
8 Ὅταν εἶδαν αὐτὸ οἱ μαθηταὶ, ἀγανάκτησαν καὶ εἶπαν, «Γιατὶ νὰ γίνῃ ἡ σπατάλη αὐτή;
9 Θὰ μποροῦσε νὰ πωληθῇ τὸ μύρον διὰ μεγάλο ποςὸν καὶ νὰ δοθῇ εἰς τοὺς πτωχούς».
10 Ὁ Ἰησοῦς τὸ κατάλαβε καὶ τοὺς εἶπε, «Γιατὶ ἐνοχλεῖτε τὴν γυναῖκα;Ἔκανε μιὰ καλὴ πρᾶξι γιὰ μένα,
11 διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας, ἐμἐ ὅμως δὲν θὰ μὲ ἔχετε πάντοτε.
12 Ὅταν αὐτὴ ἔχυσε τὸ μύρον τοῦτο εἰς τὸ σῶμα μου, τὸ ἔκανε διὰ τὸν ἐνταφιασμόν μου.
13 Ἀλήθεια σᾶς λέγω, ὅπου καὶ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, θὰ διαλαληθῇ καὶ ἐκεῖνο ποὺ ἔκανε αὐτὴ, εἰς μνήμην της».
Ἡ προδοσία τοῦ Ἰούδα
14 Τότε ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Ἰούδας ὁ Ἰσκαριώτης,
15 ἐπῆγε εἰς τοὺς ἀρχιερεῖς καὶ εἶπε, «Τὶ θέλετε νὰ μοῦ δώσετε καὶ ἐγὼ θὰ σᾶς τὸν παραδώσω;».
16 Αὐτοὶ δὲ τοῦ ἐζύγισαν τριάντα ἀργύρια, καὶ ἀπὸ τότε ἐζητοῦσε εὐκαιρίαν νὰ τὸν παραδώσῃ.
Τὸ τελευταῖον δεῖπνον
17 Κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑορτῆς τῶν ἀζύμων, ἦλθαν οἱ μαθηταὶ εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν, «Ποῦ θέλεις νὰ σοῦ ἐτοιμάσωμεν νὰ φάγῃς τὸ πάσχα;».
18 Ἐκεῖνος δὲ εἶπε, «Πηγαίνετε εἰς τὴν πόλιν πρὸς τὸν τάδε καὶ πέστε του, «Ὁ διδάσκαλος λέγει, ὁ καιρὸς μου πλησιάζει, θὰ ἑορτάσω κοντά σου τὸ πάσχα μαζὶ μὲ τοὺς μαθητάς μου».
19 Καὶ ἔκαναν οἱ μαθηταὶ ὅπως τοὺς διέταξε ὁ Ἰησοῦς. Καὶ ἑτοίμασαν τὸ πάσχα.
20 Ὅταν ἐβράδυασε, ἦτο εἰς τὸ τραπέζι μαζὶ μὲ τοὺς δώδεκα μαθητάς του.
3 ὁ Ἰησοῦς, γνωρίζων ὅτι ὁ Πατέρας τοῦ εἶχε δώσει ὅλα εἰς τὰ χέρια του καὶ ὅτι εἶχε ἔλθει ἀπὸ τὸν Θεὸν καὶ ἐπέστρεφε εἰς τὸν Θεόν,
4 σηκώνεται ἀπὸ τὸ τραπέζι, βάζει κατὰ μέρος τὰ ἐξωτερικά του ἐνδύματα καὶ ἐπῆρε μιὰ ποδιὰ καὶ ἐζώθηκε μ’ αὐτήν.
5 Ἔπειτα ἔβαλε νερὸ εἰς τὴν λεκάνη καὶ ἄρχισε νὰ πλένῃ τὰ πόδια τῶν μαθητῶν του καὶ νὰ τὰ σφογγίζῃ μὲ τὴν ποδιά, μὲ τὴν ὁποίαν ἦτο ζωσμένος.
6 Ἔρχεται καὶ εἰς τὸν Σίμωνα Πέτρον ἀλλ’ αὐτὸς τοῦ λέγει, «Κύριε, σὺ μοῦ πλένεις τὰ πόδια;».
7 Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἐκεῖνο ποὺ ἐγὼ κάνω, σὺ δὲν τὸ καταλαβαίνεις τώρα, θὰ τὸ καταλάβῃς ὅμως ὕστερα».
8 Τοῦ λέγει τότε ὁ Πέτρος, «Δὲν θὰ μοῦ πλύνῃς τὰ πόδια ποτέ». Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη, «Ἐὰν δὲν σὲ πλύνω, δὲν ἔχεις θέσιν μαζί μου».
9 Ὁ Σίμων Πέτρος τοῦ λέγει, «Κύριε, ὄχι μόνον τὰ πόδια ἀλλὰ καὶ τὰ χέρια καὶ τὸ κεφάλι».
10 Τοῦ λέγει τότε ὁ Ἰησοῦς, «Ὁ λουσμένος δὲν ἔχει ἀνάγκη παρὰ νὰ πλύνῃ μόνον τὰ πόδια, διότι εἶναι ὅλος καθαρός· καὶ σεῖς καθαροὶ εἶσθε ἀλλ’ ὄχι ὅλοι».
11 Ἤξερε ἐκεῖνον ποὺ θὰ τὸν παρέδιδε, διὰ τοῦτο εἶπε, «Δὲν εἶσθε ὅλοι καθαροί».
12 Ὅταν ἔπλυνε τὰ πόδια τους καὶ ἐπῆρε τὰ ἐνδύματά του, ἐκάθησε πάλιν εἰς τὸ τραπέζι, καὶ τοὺς εἶπε, «Ξέρετε τί σᾶς ἔκανα;
13 Μὲ φωνάζετε «Ὁ Διδάσκαλος» καὶ «Ὁ Κύριος» καὶ καλὰ κάνετε, διότι εἶμαι.
14 Ἐὰν λοιπὸν ἐγώ, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, ἔπλυνα τὰ πόδια σας, καὶ σεῖς ὀφείλετε νὰ πλένετε τὰ πόδια ὁ ἕνας τοῦ ἄλλου.
15 Παράδειγμα σᾶς ἔδωκα διὰ νὰ κάνετε καὶ σεῖς καθὼς σᾶς ἔκανα ἐγώ.
16 Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, δὺν ὑπάρχει δοῦλος μεγαλύτερος ἀπὸ τὸν κύριόν του, οὔτε ἀπόστολος μεγαλύτερος ἀπὸ ἐκεῖνον ποὺ τὸν ἔστειλε.
17 Ἐὰν τὰ ξέρετε αὐτά, θὰ εἶστε εὐτυχεῖς ἐὰν τὰ κάνετε.
21 Καὶ κατὰ τὴν διάρκειαν τοῦ φαγητοῦ εἶπε, «Ἀλήθεια σᾶς λέγω, ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ»
22 Καὶ ἐλυπήθηκαν πάρα πολὺ καὶ ἄρχισαν νὰ τοῦ λέγουν ὁ καθένας ἀπὸ αὐτούς, «Μήπως εἶμαι ἐγώ, Κύριε;».
23 Αὐτὸς δὲ ἀπεκρίθη, «Ἐκεῖνος ποὺ ἐβούτηξε μαζί μου τὸ χέρι εἰς τὸ πιάτο, αὐτὸς θὰ μὲ παραδώσῃ.
24 Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου πηγαίνει καθὼς εἶναι γραμμένον δι’ αὐτόν, ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, διὰ τοῦ ὁποίου ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται. Θὰ ἦτο καλύτερα διὰ τὸν ἄνθρωπον ἐκεῖνον ἐὰν δὲν εἶχε γεννηθῇ».
25 Τότε ἔλαβε τὸν λόγον ὁ Ἰούδας ὁ ὁποῖος τὸν παρέδωκε καὶ εἶπε, «Μήπως εἶμαι ἐγώ, Ραββί;». Λέγει ὁ Ἰησοῦς, «Σὺ τὸ εἶπες».
26 Ἐνῷ δὲ ἔτρωγαν, ὁ Ἰησοῦς ἐπῆρε τὸν ἄρτον καὶ ἀφοῦ τὸν εὐλόγησε, τὸν ἔκοψε καὶ τὸν ἔδωκε εἰς τοὺς μαθητὰς καὶ εἶπε, «Λάβετε, φάγετε, τοῦτο εἶναι τὸ σῶμα μου».
27 Ὕστερα ἐπῆρε τὸ ποτήριον καὶ αφοῦ εὐχαρίστησε τὸν Θεόν,
28 τοὺς τὸ ἔδωκε καὶ εἶπε, «Πίετε ἀπὸ αὐτὸ ὅλοι, διότι τοῦτο εἶναι τὸ αἷμα μου τῆς Νέας Διαθήκης, τὸ ὁποῖον χύνεται πρὸς χάριν πολλῶν, εἰς ἄφεσιν ἁμαρτιῶν.
29 Ἀλλὰ σᾶς λέγω, ὅτι ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς δὲν θὰ πιῶ ἀπὸ τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου ἕως τὴν ἡμέραν ἐκείνην, ποὺ θὰ τὸ πίνω μαζί σας καινούργιο εἰς τὴν βασιλείαν τοῦ Πατέρα μου».
30 Καὶ ἀφοῦ ἀνέπεμψαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

31 Τότε τοὺς λέγει ὁ Ἰησοῦς, «Θὰ κλονισθῇ ὅλων σας ἡ ἐμπιστοσύνη σ’ ἐμὲ κατὰ τὴν νύχτα αὐτήν, διότι εἶναι γραμμένον, Θὰ κτυπήσω τὸν ποιμένα καὶ θὰ διασκορπιστθοῦν τὰ πρόβατα τοῦ ποιμνίου.
32 Καὶ ἀφοῦ ἀναστηθῶ, θὰ πάω πρὶν ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν».
33 Ἀλλ’ ὁ Πέτρος ἔλαβε τὸν λόγον καὶ τοῦ εἶπε, «Ἐὰν ὅλοι κλονισθοῦν εἰς τὴν ἐμπιστοσύνην τους σ’ ἐσέ, ἐγὼ ποτὲ δὲν θὰ κλονισθῶ».
34 Εἶπε εἰς αὐτὸν ὁ Ἰησοῦς, «Ἀλήθεια σοῦ λέγω, ὅτι αὐτὴν τὴν νύχτα πρὶν λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές».
35 Ὁ Πέτρος τοῦ λέγει, «Καὶ ἂν ἀκόμη χρειασθῇ νὰ πεθάνω μαζί σου, δὲν θὰ σὲ ἀπαρνηθῶ». Τὸ ἴδιο εἶπαν καὶ οἱ ἄλλοι μαθηταί.
Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ
36 Τότε ἔρχεται ὁ Ἰησοῦς μαζί τους εἰς ἕνα χωριὸ ποὺ ὀνομάζεται Γεθσημανῆ καὶ λέγει εἰς τοὺς μαθητάς του, «Καθῆστε ἐδῶ ἕως ὄτου πάω ἐκεῖ νὰ προσευχηθῶ».
37 Καὶ ἀφοῦ παρέλαβε τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς τοῦ Ζεβεδαίου, ἄρχισε νὰ λυπᾶται καὶ νὰ ἀγωνιᾷ.
38 Τότε τοὺς λέγει, «Εἶναι λυπημένη ἡ ψυχή μου μέχρι θανάτου. Μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε μαζί μου».
39 Καὶ ἀφοῦ ἐπροχώρησε ὀλίγον, ἔπεσε μὲ τὸ πρόσωπον εἰς τὴν γῆν καὶ προσευχότανε καὶ ἔλεγε, «Πατέρα μου, ἐὰν εἶναι δυνατόν, ἂς ἀποφύγω τὸ ποτῆρι αὐτό. Ἀλλὰ ὄχι ὅπως θέλω ἐγώ, ἀλλ’ ὅπως θέλεις σύ».
43 Ἐμφανίσθηκε δὲ εἰς αὐτὸν ἄγγελος ἀπὸ τὸν οὐρανόν, ὁ ὁποῖος τὸν ἐνίσχυε.
44 Καὶ ἐπειδὴ περιέπεσε εἰς ἀγωνίαν, προσευχότανε θερμότερα, καὶ ὁ ἱδρώς του ἔγινε σὰν σταγόνες αἵματος, ποὺ ἔπεφταν εἰς τὴν γῆν.
45 Ὅταν ἐσηκώθηκε ἀπὸ τὴν προσευχήν, ἦλθε εἰς τοὺς μαθητάς του καὶ τοὺς εὑρῆκε νὰ κοιμοῦνται ἀπὸ τὴν λύπην
40 Καὶ ἔρχεται εἰς τοὺς μαθητὰς καὶ τοὺς βρίσκει νὰ κοιμοῦνται καὶ λέγει εἰς τὸν Πέτρον, «Ὤστε ἔτσι, δὲν μπορέσατε μίαν ὥραν νὰ ἀγρυπνήσετε μαζί μου;
41 Ἀγρυπνεῖτε καὶ προσεύχεσθε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα εἶναι πρόθυμον ἀλλὰ ἡ σάρκα εἶναι ἀδύνατη».
42 Πάλιν διὰ δευτέραν φορὰν ἀφοῦ ἐπροχώρησε, προσευχήθηκε καὶ εἶπε, «Πατέρα μου, ἐὰν εἶναι δὲν δυνατὸν νὰ ἀποφύγω τὸ ποτῆρι αὐτὸ χωρὶς νὰ τὸ πιῶ, ἂς γίνῃ τὸ θέλημά σου».
43 Πάλιν ἦλθε καὶ τοὺς εὑρῆκε νὰ κοιμοῦνται, διότι τὰ μάτια τους ἦσαν βαρειά.
44 Τοὺς ἄφησε καὶ πάλιν ἔφυγε καὶ προσευχήθηκε τρίτην φορὰν καὶ εἶπε τὰ ἴδια λόγια.
45 Τότε ἔρχεται εἰς τοὺς μαθητάς του καὶ τοὺς λέγει, «Ἐξακολουθεῖτε νὰ κοιμᾶσθε λοιπὸν καὶ νὰ ἀναπαύεσθε. Ἰδοὺ ἐπλησίασε ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται σὲ χέρια ἁμαρτωλῶν.
46 Σηκωθεῖτε, ἂς φύγωμεν. Νά, πλησιάζει ἐκεῖνος ποὺ θὰ μὲ παραδώσῃ».
Σύλληψις τοῦ Ἰησοῦ Χριστοῦ
47 Καὶ ἐνῷ αὐτὸς ἀκόμη μιλοῦσε, ἦλθε ὁ Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, καὶ μαζί του πολὺς κόσμος μὲ μαχαίρια καὶ ξύλα ἐκ μέρους τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ.
48 Ἐκεῖνος ποὺ θὰ τὸν παρέδιδε τοὺς εἶχε δὠσει τὸ ἑξῆς σημάδι: «Ἐκεῖνον, ποὺ θὰ φιλήσω, ἐκεῖνος εἶναι. Συλλάβετέ τον».
49 Καὶ ἀμέσως, ἀφοῦ ἐπλησίασε τὸν Ἰησοῦν, εἶπε, «Χαῖρε, Ραββί» καὶ τὸν κατεφίλησε.
50 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Φίλε, γιατὶ ἦλθες;». Τότε ἐπλησίασαν, ἔβαλαν τὰ χέρια ἐπάνω εἰς τὸν Ἰησοῦν καὶ τὸν συνέλαβαν.
51 Καὶ ἕνας ἀπὸ ἐκείνους, ποὺ ἦσαν μὲ τὸν Ἰησοῦν, ἅπλωσε τὸ χέρι καὶ ἔβγαλε τὸ μαχαίρι του καὶ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ αὐτί του.
52 Τότε τοῦ λέγει ὁ Ἰησοῦς, «Βάλε πάλιν τὸ μαχαίρι σου εἰς τὴν θήκην του, διότι ὅλοι ὅσοι κρατοῦν μαχαίρι, μὲ μαχαίρι θὰ πεθάνουν.
53 Ἢ νομίζεις ὅτι δὲν μπορῶ νὰ παρακαλέσω τὸν Πατέρα μου καὶ νὰ βάλῃ ἀμέσως εἰς τὴν διάθεσίν μου περισσότερες ἀπὸ δώδεκα λεγεῶνες ἀγγέλων;
54 Πῶς λοιπὸν θὰ ἐκπληρωθοῦν αἱ γραφαὶ ποὺ λέγουν ὅτι ἔτσι πρέπει νὰ γίνῃ;».
55 Τὴν ὥραν ἐκείνην εἶπεν ὁ Ἰησοῦς εἰς τοὺς ὄχλους, «Ὅπως γιὰ ληστὴν ἐβγήκατε μὲ μαχαίρια καὶ ξύλα νὰ μὲ συλλάβετε; Κάθε μἐρα ἐκαθόμουν μαζί σας καὶ ἐδίδασκα εἰς τὸν ναὸν καὶ δὲν μ’ ἐπιάσατε.
56 Ὅλα δὲ αὐτὰ ἔγιναν διὰ νὰ ἐκλπηρωθοῦν αἱ γραφαὶ τῶν προφητῶν». Τότε ὅλοι οἱ μαθηταὶ τὸν ἄφησαν καὶ ἔφυγαν.

57 Ἐκεῖνοι ποὺ συνέλαβαν τὸν Ἰησοῦν, τὸν ἔφεραν πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου ἐμαζεύθηκαν οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι.
58 Ὁ δὲ Πέτρος τὸν ἀκολουθοῦσε ἀπὸ μακρυὰ ἕως τὴν αὐλὴν τοῦ ἀνακτόρου τοῦ ἀρχιερέως, καὶ ὅταν ἐμπῆκε μέσα, ἐκάθησε μαζί μὲ τοὺς ὑπηρέτας διὰ νὰ ἰδῇ τὸ τέλος.
59 Οἱ ἀρχιερεῖς ὅμως καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ἐζητοῦσαν μίαν ψευδομαρτυρίαν ἐναντίον τοῦ Ἰησοῦ διὰ νὰ τὸν θανατώσουν καὶ δὲν εὑρῆκαν,
60 ἂν καὶ παρουσιάσθησαν πολλοὶ ψευδομάρτυρες, ὕστερα δὲ παρουσιάσθησαν δύο
61 οἱ ὁποῖοι εἶπαν, «Αὐτὸς εἶπε, «Μπορῶ νὰ γκρεμίσω τὸν ναὸν τοῦ Θεοῦ καὶ σὲ τρεῖς ἡμέρες νὰ τὸν ἀνοικοδομήσω».
62 Τότε ἐσηκώθηκε ὁ ἀρχιερεὺς καὶ τοῦ εἶπε, «Δὲν ἀποκρίνεσαι τίποτα εἰς ὅ,τι αὐτοὶ μαρτυροῦν ἐναντίον σου;».
63 Ὁ Ἰησοῦς ὅμως ἐσιωποῦσε. Τότε ὁ ἀρχιερεὺς τοῦ εἶπε, «Σὲ ἐξορκίζω εἰς τὸν ζωντανὸν Θεὸν νὰ μᾶς πῇς, ἐὰν σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ».
64 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς, «Σὺ τὸ εἶπες. Ἀλλὰ σᾶς λέγω, ὅτι ἀπὸ τώρα θὰ ἰδῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ κάθεται εἰς τὰ δεξιὰ τῆς Δυνάμεως καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ σύννεφα τοῦ οὐρανοῦ».
65 Τότε ὁ ἀρχιερεὺς ἔσχισε τὰ ἐνδύματά του καὶ εἶπε, «Ἐβλασφήμησε. Τὶ ἀνάγκην ἔχομεν ἀπὸ μάρτυρας; Τώρα ἀκούσατε τὴν βλασφημίαν.
66 Τὶ νομίζετε;» Ἐκεῖνοι δὲ ἀπεκρίθησαν, «Εἶναι ἔνοχος θανάτου».
67 Τότε τὸν ἔφτυσαν εἰς τὸ πρόσωπον καὶ τὸν ἐκτύπησαν, ἄλλοι δὲ τὸν ἐρράπιζαν
68 καὶ τοῦ ἔλεγαν, «Προφήτευσε σ’ ἐμᾶς, Χριστέ, ποιὸς σ’ ἐκτύπησε».
Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν
69 Ὁ Πέτρος ἐκαθότανε ἔξω εἰς τὴν αὐλήν. Καὶ τὸν ἐπλησίασε μία ὑπηρέτρια καὶ τοῦ εἶπε, «Καὶ σὺ ἦσο μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Γαλιλαῖον».
70 Ἐκεῖνος ἀρνήθηκε ἐνώπιον ὅλων καὶ εἶπε, «Δὲν ξέρω τὶ λές».
71 Ὅταν ἐβγῆκε εἰς τὴν ἐξωτερικὴν πύλην, τὸν εἶδε ἄλλη ὑπηρέτρια καὶ λέγει εἰς ἐκείνους, ποὺ ἦσαν ἐκεῖ, «Αὐτὸς ἦτο μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖο».
72 Καὶ πάλιν ἀρνήθηκε μὲ ὅρκον, «Δὲν γνωρίζω τὸν ἄνθρωπον».
73 Ὕστερα ἀπὸ ὀλίγον, ἀφοῦ ἐπλησίασαν ἐκεῖνοι ποὺ ἐστέκοντο ἐκεῖ, εἶπαν εἰς τὸν Πέτρον, «Πράγματι καὶ σὺ εἶσαι ἀπὸ αὐτούς, διότι καὶ ἡ προφορά σου σὲ φανερώνει».
74 Τότε ἄρχισε μὲ κατάρες καὶ ὅρκους νὰ λέγῃ, «Δὲν γνωρίζω τὸν ἄνθρωπον». Καὶ ἀμέσως ἐλάλησε ὁ πετεινός.
75 Καὶ θυμήθηκε ὁ Πέτρος τὸν λόγον τοῦ Ἰησοῦ, ποὺ εἶχε πῇ, «Πρὶν ὁ πετεινὸς λαλήσῃ, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές. Καὶ βγῆκε ἔξω καὶ ἔκλαψε πικρά.

1 Ὅταν ἐξημέρωσε, ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἶχαν σύσκεψιν ἐναντίον τοῦ Ἰησοῦ, ὥστε νὰ τὸν θανατώσουν.
2 Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἔφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον, τὸν ἡγεμόνα.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου